Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.132.1 Hdt. 4.134.1 (English) >>Hdt. 4.135.2

4.133.2ἄνδρες Ἴωνες, ἐλευθερίην ἥκομεν ὑμῖν φέροντες, ἤν πέρ γε ἐθέλητε ἐσακούειν. πυνθανόμεθα γὰρ Δαρεῖον ἐντείλασθαι ὑμῖν ἑξήκοντα ἡμέρας μούνας φρουρήσαντας τὴν γέφυραν, αὐτοῦ μὴ παραγενομένου ἐν τούτῳ τῷ χρόνῳ, ἀπαλλάσσεσθαι ἐς τὴν ὑμετέρην. 4.133.3 νῦν ὦν ὑμεῖς τάδε πολεῦντες ἐκτὸς μὲν ἔσεσθε πρὸς ἐκείνου αἰτίης, ἐκτὸς δὲ πρὸς ἡμέων· τὰς προκειμένας ἡμέρας παραμείναντες τὸ ἀπὸ τούτου ἀπαλλάσσεσθε.” οὗτοι μέν νυν ὑποδεξαμένων Ἰώνων ποιήσειν ταῦτα ὀπίσω τὴν ταχίστην ἐπείγοντο.

ch. 134 4.134.1 Πέρσῃσι δὲ μετὰ τὰ δῶρα ἐλθόντα Δαρείῳ ἀντετάχθησαν οἱ ὑπολειφθέντες Σκύθαι πεζῷ καὶ ἵπποισι ὡς συμβαλέοντες. τεταγμένοισι δὲ τοῖσι Σκύθῃσι λαγὸς ἐς τὸ μέσον διήιξε. τῶν δὲ ὡς ἕκαστοι ὥρων τὸν λαγὸν ἐδίωκον. ταραχθέντων δὲ τῶν Σκυθέων καὶ βοῇ χρεωμένων, εἴρετο Δαρεῖος τῶν ἀντιπολεμίων τὸν θόρυβον· πυθόμενος δὲ σφέας τὸν λαγὸν διώκοντας, εἶπε ἄρα πρὸς τούς περ ἐώθεε καὶ τὰ ἄλλα λέγειν· 4.134.2οὗτοι ὧνδρες ἡμέων πολλὸν καταφρονέουσι, καί μοι νῦν φαίνεται Γοβρύης εἶπαι περὶ τῶν Σκυθικῶν δώρων ὀρθῶς. ὡς ὦν οὕτω ἤδη δοκεόντων καὶ αὐτῷ μοι ἔχειν, βουλῆς ἀγαθῆς δεῖ, ὅκως ἀσφαλέως κομιδὴ ἡμῖν ἔσται τὸ ὀπίσω.” πρὸς ταῦτα Γοβρύης εἶπε· “ βασιλεῦ, ἐγὼ σχεδὸν μὲν καὶ λόγῳ ἠπιστάμην τούτων τῶν ἀνδρῶν τὴν ἀπορίην, ἐλθὼν δὲ μᾶλλον ἐξέμαθον, ὁρέων αὐτοὺς ἐμπαίζοντας ἡμῖν.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.132.1 Hdt. 4.134.1 (English) >>Hdt. 4.135.2

Powered by PhiloLogic